# Vita Sophoclis (Westermann) 158.1.1

Anonymous, Vita Sophoclis (Westermann), 158.1.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-14/vita-sophoclis-westermann/158.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymous-14/vita-sophoclis-westermann/158.1.1

καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον· Καλλιπίδην ὑποκριτὴν ἀπ’ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας πέμψαι αὐτῷ σταφυλὴν, τὸν δὲ Σοφοκλέα λαβόντα εἰς τὸ στόμα ῥᾶγα ἐτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποσυν- 65 γέντα τελευτῆσαι. Σάτυρος δὲ φησι τὴν Ἀντιγόνην ἀναγιγνώσκοντα καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι μακρῷ καὶ μέσην ἢ καὶ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἀποτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ τὴν ψυχὴν ἀφεῖναι. οἱ δ’ ὅτι μετὰ τὴν τοῦ δράματος ἀνάγνωσιν, ὅτε νικῶν ἐκη- 70 ρύχθη, χαρᾷ νικηθεὶς ἐξέλιπεν. καὶ ἐπὶ τὸν πατρῴων τάφον ἐτέθη τὸν ἐπὶ τῇ ὁδῷ τῇ κατὰ τὴν Λεχέλειαν φερούση κείμενον πρὸ τοῦ τείχους ἀ’ σταδίων. φασὶ δ’ ὅτι καὶ τῷ μνήματι αὐτοῦ σειρήνα ἐπέστησαν, οἱ δὲ χελιδόνα χαλκήν. καὶ τοῦτον τὸν χῶρον ἐπιτειχισκόντων Λακεδαιμονίων κατ’ 75 Ἀθηναίων Δίωνυσος κατ’ ὄναρ ἐπιστὰς Λυσάνδρῳ ἐκέλευσεν ἐπιτρέψαι τεθῆναι τὸν ἄνδρα εἰς τὸν τάφον· ὡς δ’ ὀλιγωρησεν ὁ Λύσανδρος, δεύτερον αὐτῷ ἐπέστη ὁ Διόνυσος τὸ αὐτὸ κελεύων. ὁ δὲ Λύσανδρος πυνθανόμενος παρὰ τῶν φυγάδων, τίς εἴη ὁ τελευτήσας, καὶ μαθὼν ὅτι Σοφοκλῆς, 80 κήρυκα πέμψας ἐδίδου θάπτεσιν τὸν ἄνδρα. φασὶ δ’ ἐπιγεγράφθαι τῷ αὐτοῦ τάφῳ τάδε·

---

Anonymous, Vita Sophoclis (Westermann). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003970.
