Ancient Greek
Εἲς Ἀφροδίτην
Anonymous, Hymn 10 To Aphrodite Εἲς Ἀφροδίτην
Not analysed yet
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.