Ancient Greek · ~9 min
Εἲς Δημήτραν, lines Εἲς Δημήτραν.380-Εἲς Δημήτραν.428
Anonymous, Hymn 2 To Demeter Εἲς Δημήτραν.380-428
Not analysed yet
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
μητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς
παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·
ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης
οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσι
παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.