Ancient Greek · ~7 min
[Εἲς Ἀπόλλωνα Πύθιον], lines [Εἲς Ἀπόλλωνα Πύθιον].307-[Εἲς Ἀπόλλωνα Πύθιον].342
Anonymous, Hymn 3 To Apollo [Εἲς Ἀπόλλωνα Πύθιον].307-342
Not analysed yet
ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην
ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε·
κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν·
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·
αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·
[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή ]
ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·
ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω.
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο
τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον·
κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·
ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ·
κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.