Ancient Greek · ~2 min
[Εἲς Ἀπόλλωνα Πύθιον], lines [Εἲς Ἀπόλλωνα Πύθιον].539b-[Εἲς Ἀπόλλωνα Πύθιον].546
Anonymous, Hymn 3 To Apollo [Εἲς Ἀπόλλωνα Πύθιον].539b-546
Not analysed yet
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσει ]
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.