# Hymn 31 To Helios Εἲς Ἥλιον

Anonymous, Hymn 31 To Helios, Εἲς Ἥλιον. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-4/hymn-31-to-helios/%CE%95%E1%BC%B2%CF%82%20%E1%BC%AD%CE%BB%CE%B9%CE%BF%CE%BD

ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,
Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν,
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις
χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.
ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
[αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις]
θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.
χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.
ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.

---

Anonymous, Hymn 31 To Helios, ed. Hugh G. Evelyn-White. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0013.tlg031.local001/.
