Ancient Greek · ~7 min
Εἲς Ἑρμῆν, lines Εἲς Ἑρμῆν.219-Εἲς Ἑρμῆν.259
Anonymous, Hymn 4 To Hermes Εἲς Ἑρμῆν.219-259
Not analysed yet
ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·
αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.
ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη
ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο
κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν
πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,
φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.
γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·
πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,
πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·
ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·
ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.
ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ
ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ
ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.