# Hymn 5 To Aphrodite Εἲς Ἀφροδίτην.244-283

Anonymous, Hymn 5 To Aphrodite, Εἲς Ἀφροδίτην, lines Εἲς Ἀφροδίτην.244-Εἲς Ἀφροδίτην.283. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-4/hymn-5-to-aphrodite/%CE%95%E1%BC%B2%CF%82%20%E1%BC%88%CF%86%CF%81%CE%BF%CE%B4%CE%AF%CF%84%CE%B7%CE%BD.244

νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν,
οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.
δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·
ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι,
τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.
σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·

---

Anonymous, Hymn 5 To Aphrodite, ed. Hugh G. Evelyn-White. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0013.tlg005.local001/.
