# Hymn 5 To Aphrodite Εἲς Ἀφροδίτην.42-83

Anonymous, Hymn 5 To Aphrodite, Εἲς Ἀφροδίτην, lines Εἲς Ἀφροδίτην.42-Εἲς Ἀφροδίτην.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-4/hymn-5-to-aphrodite/%CE%95%E1%BC%B2%CF%82%20%E1%BC%88%CF%86%CF%81%CE%BF%CE%B4%CE%AF%CF%84%CE%B7%CE%BD.42

κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν.
τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον,
ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν
σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,
ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες
σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων
πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.

---

Anonymous, Hymn 5 To Aphrodite, ed. Hugh G. Evelyn-White. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0013.tlg005.local001/.
