# In Dionysii periegetae orbis descriptionem 102

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/102

1039—1052. Ἀλλ᾿ ἐπὶ τὸ ἔσχατον τῶν Κασπίων πυλῶν οἱ πολεμικώτατοι καὶ ἐπικαμπῆ τόξα ἔχοντες Πάρθοι κατοικοῦσι τῶν πολεμικῶν ἔμπειροι· οὐ γὰρ τὴν γῆν τῷ ἀρότρῳ τέμνοντες τὴν αὔλακα ἐπ᾿ εὐθείας ὁρμῶσι, τουτεστιν οὐκ ἀροτριῶσι τὴν γῆν, οὐδὲ μετὰ νηῶν τὴν θάλασσαν ταῖς κώπαις διαχωρίζουσιν, ἤτοι τὴν θάλασσαν μετὰ νηῶν οὐ περῶσιν, οὐδὲ τοὺς βόας τοῖς βοσκήμασι τρέφουσιν· ἐκ μικρᾶς δὲ ἡλικίας καὶ ἐξ ἁπαλῶν ὀνύχων ἐν φροντίδι εἰσὶ τῶν ἱππικῶν καὶ τῶν τόξων, ἀεὶ δὲ ὁ κτύπος τῶν δοράτων καὶ τῶν βελῶν διὰ τὰ πολεμικὰ αὐτῶν γυμνάσια κατὰ τὴν γῆν ἐστι, πανταχοῦ δέ ἐστι καὶ ὁ δρόμος τῶν ταχυπόδων ἵππων ὁρμωμένων. Οὐδὲ γὰρ νόμος αὐτοῖς ἢ δίκαιόν ἐστι πρότερον τοῦ δείπνου γεύσασθαι, πρὸ τοῦ τὴν κεφαλὴν αὐτῶν τῇ τοῦ πολέμου κακοπαθείᾳ ἱδρῶτι λευκᾶναι, τῇ δὲ ἐξ ἀπωλείας ἢ ἁρπαγῆς καὶ δόρατος κληθείσῃ εὐωχίᾳ τρέφονται. Ἀλλ᾿ ὅμως, καίτοι ἀπροσπελάστους ὄντας κατὰ τὴν μάχην καὶ φοβεροὺς, ἡ τοῦ Αὐσονίων βασιλέως, τούτεστι τοῦ Νέρωνος, ἀκωκὴ ἢ ὀξύτης τοῦ δόρατος ἐταπείνωσεν.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
