# In Dionysii periegetae orbis descriptionem 106

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/106

1086—1106. Πρὸς δὲ τὴν ἀνατολὴν τῶν Καρμανῶν ἡ τῶν Γεδρωσῶν χώρα ἐκτείνεται, πλησίον τοῦ ὠκεανοῦ τοῦ μεγάλα κήτη τρέφοντος. Ἐφ᾿ οἷστισιν ἔθνεσι πρὸς τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδὸν ποταμὸν οἱ νότιοι Σκύθαι, οἱ καὶ Ἰνδοσκύθαι καλούμενοι, κατοικοῦσιν, ὅστις Ἰνδὸς κατεναντίον τῆς Ἐρυθρᾶς θαλάσσης κατέρχεται, ταχὺν ῥοῦν ὀρθὸν ἐπὶ νότον ἐλαύνων, ἀπὸ τοῦ ὑψηλοῦ ὄρους Καυκάσου πρῶτον ἀρξάμενος. Δύο δὲ στόματα αὐτοῦ ὑπάρχουσι, μέσην δέ τινα νῆσον τῶν δύο στομάτων περιρρεῖ, ἥντινα νῆσον Παταλήνην οἱ ἄνθρωποι καλοῦσιν. Ἐκεῖνος δὲ ὁ ποταμὸς πολλῶν ἀνδρῶν ἔθνη διαχωρίζει· καὶ μὲν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου τούς τε Ὠρίτας καὶ Ἄραβας καὶ τοὺς λινᾶς χλαίνας ἔχοντας Ἀραχώτας καὶ τοὺς Σατραΐδας, καὶ ὅσους παρὰ τῇ ἐξοχῇ τοῦ Παρπανίσου ὄρους, οὓς πάντας ἑνὶ κοινῷ ὀνόματι Ἀριηνοὺς λέγουσιν. Οὐκ ἐπέραστον δὲ καὶ καλὴν κατοικοῦσι χώραν, ἀλλ᾿ ὑπὸ τῇ λεπτῇ ψάμμῳ καὶ τοῖς δασέσι θάμνοις πλήθουσαν· ἀλλ᾿ ὅμως ἐπαρκεῖς καὶ ἱκαναὶ τοῦ βίου τοῖς ἀνθρώποις εἰσὶν ὁδοὶ καὶ ἄλλαι πολλαὶ, ἄλλον δὲ πλοῦτον αὐτοῖς ἄφθαρτον κομίζει ἡ γῆ· πανταχοῦ γὰρ τοῦ ἐρυθροῦ κοραλίου ὁ λίθος ἐστὶ, πανταχοῦ δὲ ὑπὸ ταῖς πέτραις αἱ φλέβες ὠδίνουσι τὴν καλὴν πλάκα τῆς τε χρυσιζούσης καὶ τῆς κυανῆς σαπφείρου (δύο καὶ γάρ εἰσι γένη)· τούτους δὲ ἀποτέμνοντες τὴν ὠφέλειαν καὶ τὴν εὐπορίαν τῆς ζωῆς προσπρίζονται.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
