# In Dionysii periegetae orbis descriptionem 112

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/112

1167—1185. Ἄλλοι δὲ πλεῖστοι ἔνθα κἀκεῖσε ἐπὶ τὰς ἠπείρους πλανῶνται, οὓς οὐκ ἄν τις τῶν θνητῶν φανερῶς καὶ διαδήλως εἴποι· μόνοι δὲ οἱ θεοὶ ῥᾳδίως καὶ εὐκόλως δύνανται πάντα. Αὐτοὶ γὰρ πρῶτοι τὰ τῆς γῆς θεμέλια οἱονεὶ ἐν τόρνῳ ἔθηκαν καὶ περιεγράψαντο, διὰ τὸ σφαιρικὸν τοῦ κόσμου, καὶ τὴν βαθεῖαν ὁδὸν τῆς ἀμετρήτου θαλάσσης ἐδήλωσαν, αὐτοὶ δὲ ἑδραῖα καὶ ἀσφαλῆ πάντα ἐν τῷ βίῳ διεσάφησαν, καὶ τὰ τοῦ οὐρανοῦ ἄστρα διακρίνοντες, τοῦ δὲ πόντου καὶ τῆς βαθείας ἠπείρου ἑκάστῳ ἀνθρώπῳ μοῖραν ἔχειν ἐκληρώσαντο. Διὰ τοῦτο καὶ ἑκάστη μοῖρα τῆς γῆς ἄλλην καὶ παρηλλαγμένην φύσιν καὶ θέσιν ἔλαχεν. Καὶ γὰρ ἡ μὲν λευκὴ καὶ ἀργιλλώδης ἐστὶν, ἡ δὲ μελανωτέρα, ἡ δὲ καὶ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν, ἡ δὲ ἄλλη τοῖς ἄνθεσι τῆς Ἀσσυρίης μίλτου ὁμοία καὶ παραπλησία, ἄλλαι δὲ ἑτεροεδεῖς· οὕτως γὰρ ὁ μέγας διανοησάμενος ἐσκέψατο Ζεὺς, οὕτω τοῖς ἀνθρώποις ἑτεροειδῆ πάντα κατεσκεύασεν. Ὑμεῖς δὲ. ὦ ἤπειροι καὶ αἱ ἐν τῇ θαλάσσῃ κείμεναι νῆσοι καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου χεύματα καὶ οἱ ποταμοὶ καὶ αἱ κρῆναι καὶ τὰ βάσιμα ἢ κατάσκια καὶ δασέα ὄρη, χαίρετε. Ἄρτι γὰρ καὶ τὸ μέγα κῦμα τῆς θαλάσσης ἐπέδραμον, ἄρτι δὲ τὸν πολλὰς ἔχοντα στροφὰς πόρον τῆς ἠπείρου· ὧντινων ποιημάτων ἕνεκα ἐκ τῶν μακαρίων καὶ ἀθανάτων θεῶν ἡ ἀνταπόδοσις ἀνταξία ἐμοὶ γένοιτο.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
