# In Dionysii periegetae orbis descriptionem 62

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/62

587—605. Ἀλλ᾿ ὅταν τοῦ Σκυθικοῦ ἢ βορείου ὠκεανοῦ βαθὺ ῥεῦμα τῇ νηῒ περάσῃς, εἰς τοὔμπροσθεν δὲ ἐπὶ τὸ ἑῷον πέλαγος κάμψῃς, ἐπὶ τὴν Χρυσῆν νῆσόν σε ὁ πλοῦς ἄγει Ἐκεῖ δὲ ἡ τοῦ καθαροῦ ἡλίου φαίνεται ἀνατολή. Ἐκεῖθεν δὲ στραφεὶς ἔμπροσθεν τῆς νοτίας ἄκρας ταχέως ἐπὶ τὴν Ταπροβάνην, μεγάλην νῆσον τῆς Κωλιάδος, ἤτοι τῆς Ἀφροδίτης, παραγενήσῃ, τὴν μητέρα τῶν ἐλεφάντων τῶν ἐξ Ἀσίας τὸ γένος ἐχόντων· ὑπὲρ ἧστινος Ταπροβάνης ἄνωθεν ἐν τῷ ζωδιακῷ τοῦ οὐρανοῦ κύκλῳ ὁ διάπυρος καρκίνος ἀναστρέφεται, ὡς ἐπιπολάζοντος τοῦ ἡλίου ἐκεῖ διὰ τὸ μέγεθος αὐτῆς. Καὶ γὰρ πλατεῖά ἐστιν ἡ Ταπροβάνη κατὰ τὸ μέγεθος. Οἱ δὲ περὶ αὐτὴν αἰγιαλοὶ τὰ κήτη ἔχουσι, τὰ βοτὰ, τουτέστι τὰ θρέμματα, τῆς Ἐρυθρᾶς θαλάσσης, τοῖς ὑψηλοῖς ἢ τοῖς μεγάλοις ὄρεσιν ἀφομοιούμενα ἢ ἀπεικαζόμενα, κατὰ δὲ τὸν νῶτον αὐτῶν ἡ πολλὴ καὶ ἐπιμήκης τῆς ἀκάνθης περιπλοκὴ τραχύνεται. Τῶν δὲ δυσμενῶν καὶ ἀγρίων ἀνδρῶν παῖδες περὶ τὸν πόντον πλανώμενοι αὐτοῖς ὑπαντήσειαν· οὐδαμῶς γὰρ ἐκφυγεῖν ἔνεστι τὸ μέγα χάσμα τῶν στομάτων, πολλάκις δὲ τὰ τέρατα ἐκεῖνα, ἤτοι τὰ Ἐρυθραῖα κήτη, τὴν ναῦν σὺν τοῖς ἀνδράσι τῆς νηὸς ἢ σὺν τοῖς ναύταις καταπίοιεν. Τοῖς γὰρ κακοῖς ὁ θεὸς πανταχοῦ καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ μυρία κακὰ ἡτοίμασεν.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
