# In Dionysii periegetae orbis descriptionem 66

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/66

636—651. Ἀμφοτέρων δὲ τῶν δύο τούτων κόλπων ἄπειρος ἰσθμὸς μέσον διαχωρίζει, ἔνθα κἀκεῖσε εἰς πολλὰ μέρη τοῖς πεδίοις περιτεινόμενος, εἰς τὰ μέσα δὲ ἁπάσης τῆς Ἀσίας ὄρος ἐπιβέβηκεν ἀρξάμενον ἀπὸ τῆς Παμφυλίας μέχρι τῶν Ἰνδῶν, ἄλλοτε μὲν λοξὸν καὶ κυρτὸν, ἄλλοτε δὲ ὀρθότερον ἰχνῶν, Ταῦρον δὲ καλοῦσιν αὐτὸ, διότι ταυροφανές ἐστι καὶ ὀξυκέφαλον, ὥστε λοφοῦσθαι εἰς ὕψος πολυσχιδὲς, ὃ ἔστι εἰς πολλὰ μέρη διασχιζόμενον· εἰς γὰρ τὰς ἐξοχὰς αὐτοῦ κέρατα ταύρου μιμεῖται ἔνθα κἀκεῖσε τοῖς ἐκτεταμένοις ὄρεσιν. Ἐξ αὐτοῦ δὲ πολλοὶ καὶ ἄπειροι ποταμοὶ ἠχητικῶς ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἰπὶ νότον, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου. Τίς ἂν πάντων τὰ ὀνόματα εἴποι, οὐδαμῶς γὰρ μίαν ἐπωνυμίαν ὁ Ταῦρος ἔλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ τοῦ τόπου θέσει ἐν ᾧ καὶ ὁρᾶται καὶ ὄνομα ἔχει. Ἄτινα ὀνόματα ἐν φροντίδι γένοιτο τοῖς ἀνδράσιν, οἵτινες κατὰ χώραν ἑκάστην τὴν οἴκησιν ἔχειν κεκλήρωνται ὁμούριον ἢ αὐτῶν πλησιόχωρον. Ἀρτίως δὲ διέλθω καὶ περιγένωμαι λέξων πάντα τὰ ἔθνη, ὅσα διάδηλα καὶ ἐπίσημα τὴν Ἀσίαν οἰκεῖ, αἱ δὲ Μοῦσαι τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ διεσπαρμένην φέροιεν.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
