# In Dionysii periegetae orbis descriptionem 68

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/68

663 679. Τούτου δὲ τοῦ Τανάϊδος αἱ μὲν πηγαὶ ἐν τοῖς Καυκασίοις πόρρωθεν ἀναβράζονται, ἤτοι ἀναπέμπονται, οὗτος δὲ ἔνθα κἀκεῖσε ἐπὶ τὰ Σκυθικὰ ὁρμῶν ἐπιτρέχει πεδία. Τούτου δὲ κυμαίνοντος ἀπὸ τοῦ βορρᾶ, ἄπειρον καὶ πολὺν προσβλέψειας ἀπὸ τοῦ κρύους παγέντα. Σχετλιασμοῦ δὲ ἄρα ἐκεῖνοι οἱ ἄνδρες ἄξιοι, οἵτινες περὶ τὸν ποταμὸν ἐκεῖνον τὴν οἴκησιν αὑτῶν ἔχουσιν· ἀεὶ γὰρ ἐν αὐτοῖς ψυχρά ἐστι χιὼν καὶ ὁ δύσπνοος κρυμός. Καὶ δὴ ὁπόταν ἐκ τῶν ἀνέμων πολὺ ψύχος ἐπέλθῃ, ἢ ἵππους ἐκπνέοντας τοῖς ὀφθαλμοῖς ὁρῶσιν αὐτῶν, ἢ ἡμιόνους, ἢ τὸ γένος τῶν ἐν ἀγρῷ αὐλιζομένων προβάτων. Οὐδαμῶς δὲ οὐδ᾿ αὐτοὶ σῶοι οἱ ἄνδρες ὑπάρχουσιν, οἵτινες ὑπὸ τῆς πνοῆς ἢ φορᾶς τῶν ἀνέμων ἐκείνων μένουσιν, ἀλλ᾿ ἁμάξας ὑποζεύξαντες εἰς ἑτέραν χώραν ἐκκλίνουσι καὶ φεύγουσι, καταλείπουσι δὲ τοῖς χειμερίοις ἀνέμοις ἐκείνην τὴν γῆν, οἵτινες σὺν κακαῖς συστροφαῖς ὁρμώμενοι τήν τε γῆν ἅπασαν ἐκείνην καὶ τὰ πευκόεντα ὄρη συγκλονοῦσι. Τοσοῦτοι μὲν περὶ τὸν Τάναῖν ποταμὸν κατοικοῦσιν.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
