# In Dionysii periegetae orbis descriptionem 83

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/83

830—845. Ἐπὶ ταύταις δὲ ἡ Μήονία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται ὑπὸ τῷ ἠνεμόεντι ὄρει Τμώλῳ, ἀφ᾿ οὗ ὁ Πακτωλὸς διερχόμενος ταῖς συστροφαῖς αὑτοῦ ὁμοῦ χρυσὸν ἐπισύρων ἠχεῖ. Ἐπὶ τούτου δὲ ταῖς πλευραῖς ἐν τῇ τοῦ ἔαρος ὥρᾳ καθήμενος τὴν ὀξεῖαν ἢ μᾶλλον εἰπεῖν ἡδεῖαν φωνὴν τῶν κύκνων ἀκούσαις, οἵτινες αὐξομένης τῆς πόας ἔνθα κἀκεῖσε ἐπὶ τὸ ὕδωρ πλαζόμενοι νέμονται. Πολλοὶ γάρ εἰσι λειμῶνες, ὃ ἔστιν ἀνθοῦντα πεδία, ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ καὶ ὑπὲρ πάντα περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ποταμὸς ἡσυχῆ καὶ ἠρέμα τὸ λαμπρὸν αὐτοῦ ὕδωρ ἀναβράζων ἐπιρρεῖ. Ἀλλ᾿ οὐδὲ τὰς γυναῖκας ἐκείνας μέμψῃ, αἵτινες περὶ τὸ θεῖον καὶ θαυμαστὸν ἐκεῖνο ἔδαφος ἐπὶ τῆς ὀσφύος τὴν ζώνην βαλοῦσαι θαυμαστὸν συστρεφόμεναι κύκλον ὀρχοῦνται, ἡνίκα τὰς χοροστασίας, ἤτοι τοὺς χοροὺς, τῷ Διονύσῳ ἐκπληροῦσιν· ἅμα δὲ αὐταῖς καὶ αἱ νέαι παρθένοι καθάπερ νεβροὶ συσκιρτῶσιν. Ἐπὶ ταύταις δὲ καὶ αἱ τῶν ἀνέμων πνοαὶ τοὺς ἐπιθυμητοὺς ἐπὶ τοῖς στήθεσιν αὐτῶν χιτῶνας κτυποῦσαι ἠχοῦσιν. Ἀλλὰ ταῦτα μὲν τοῖς Λυδοῖς ἀνθρώποις ἐν φροντίδι γενήσονται.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
