# In Dionysii periegetae orbis descriptionem 93

Anonymous, In Dionysii periegetae orbis descriptionem, Section 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-5/in-dionysii-periegetae-orbis-descriptionem/93

933—953. Καὶ ταύτης δὲ τῆς Ἀραβίας τὴν θέσιν λέξω. Ἐξόχως γὰρ καὶ ὑπὲρ πασῶν πολύπλουτα καὶ λαμπρὰ κατοικοῦνται ἔθνη, ἐξοχώτατον δὲ καὶ ἐξαίρετο̣? τάλιν ἄλλο μέγα θαῦμα ὑπὲρ πᾶσαν γῆν ἡ τῶν Ἀράβων κλυζομένης Σινώπης. Ἐν μεσογείᾳ δὲ τῆς βαθείας ἢ χώρα ἔλαχεν· ἀεὶ γὰρ εὐώδης καὶ τεθυμίαται μεγάλης ἠπείρου οἱ ἐμπειρικώτατοι τῶν ἱπποσυνάων ἐπιθυμητὸν καὶ καλὸν καὶ ἡδὺ μυρίζει, ἢ θύου ἢ σμύρνης καὶ πολεμικώτατοι Καππαδόκαι κατοικοῦσιν, οἳ δὲ Ἀσσύριοι ἢ τοῦ εὐώδους καλάμου, ἢ καὶ τοῦ θείου καὶ θαυ οἱ καὶ Λευκόσυροι πλησίον τῆς θαλάσσης, δηλομαστοῦ καὶ ἐπαινουμένου, ὃ ἔστιν ἀκμάζοντος, λιβάνου ἢ τῆς κασίας. Καὶ γὰρ ἀληθῶς κατὰ τὴν γῆν ἐκείνην αὐτὸν τὸν Διόνυσον ἀπὸ τοῦ καλῶς ἐρραμμένου αὐτοῦ μηροῦ ὁ Ζεὺς ἔλυσεν. Διὰ τοῦτο καὶ γεννήσαντος ἢ γεννηθέντος αὐτοῦ εὐώδη ἅπαντα καὶ τεθυμιαμένα ἐγένοντο. Τότε δὲ καὶ τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς ἐν τῇ βοσκῇ ἐβαρύνετο, αὐτόματοι δὲ τοῖς ὕδασι καὶ αἱ λίμναι κατέρρεον, ἀπὸ δὲ τῶν ἑτέρων ἀοικήτων νήσων, ἤγουν τῶν περὶ Ταπροβάνην, αἱ ὄρνιθες παρεγένοντο ἀκεραίων καὶ ἀφθάρτων κιναμώμων τὰ φύλλα φέρουσαι. Καὶ οὗτος μὲν ὁ Διόνυσος νεβρῖδας ἐπωμαδίας, τουτέστιν ἐλάφων μικρῶν δέρματα ἐπὶ τῶν ὤμων ἐτάνυσε, τῷ δὲ ἐπιθυμητῷ κισσῷ τὰς καλὰς ἔστεψε τρίχας, τοὺς δὲ πλεκτοὺς θύρσους ἅπερ εἰσὶ Διονυσιακὰ ὅπλα ὁ ἄκρως τῷ οἴνῳ μεθύων ὑπογελῶν ἀνέσεισε, καὶ πολὺν πλοῦτον ἐπὶ τοῖς ἀνδράσιν ἔχευε. Τούτου χάριν ἀρτίως αἱ ἄρουραι ἐκεῖναι τῷ λιβάνῳ κομῶσι, τῷ δὲ χρυσῷ τὰ ὄρη· λέγεται γὰρ καὶ χρυσοῦ μέταλλα εἶναι ἐκεῖ· οἱ δὲ ποταμοὶ ἑτέρωθεν τοῖς θυμιάμασι καὶ τοῖς ἀρώμασι πληθύουσιν, αὐτοί τε οἱ κατοικοῦντες λίαν εὐτραφῆ γῆν ἔχοντες τοῖς χρυσοῖς καὶ μαλακοῖς πέπλοις ἀγάλλονται.

---

Anonymous, In Dionysii periegetae orbis descriptionem, ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4174.tlg001.local001/.
