# Stadiasmus Magni Maris 18-31

Anonymous, Stadiasmus Magni Maris, 18 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-6/stadiasmus-magni-maris/18

18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θ΄. ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ τὸ δένδρον· φυλάσου νότον. 19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκ΄. ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον. Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι αφν΄. 20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας καὶ ἐπὶ τὸ Ζεφύριον στάδιοι ζ΄· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει. 21. Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λ΄· κώμη ἐστί· ταύτην πλέεις σταδ. κ΄· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ. 22. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζ΄. 23. Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι ο΄· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βρέχη· καθορῶν τὸ βράχος κατάγου. 24. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στέδιοι η΄. 25. Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκ΄· σκόεἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία. 26. Ἀπὸ τῶν Τυνδαρείων σκοπέλων ἐπὶ τὸ Χαυτοῖον στάδιοι ρμ΄· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς. 27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμ΄. 28. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ο΄· ὕφορμός ἐστι θερινός ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον. 29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκ΄· χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν τῇ πρώτη νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον. 30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρν΄. Παραπλεύσας ὡς σταδίους λ΄ ὄψει παρεμφαίνουσαν ὅο. ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατʼ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται. 31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λ΄· νάπη ἐστὶ ὄι. βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.

---

Anonymous, Stadiasmus Magni Maris, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0077.tlg001.local001/.
