# Stadiasmus Magni Maris 318-336

Anonymous, Stadiasmus Magni Maris, 318 to 336. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-6/stadiasmus-magni-maris/318

318. Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φ΄· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα. 319. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι π΄· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον ἣ καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ. 320. Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι ο΄· λίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης. 321. Ἀπὸ Βιένου εἰς Αέβηναν στάδιοι ο΄· ἐκεῖ παράκειται νησίον, δ καλεῖται Ὀξεῖα· ὅδωρ ἔχει. 322. Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κ΄. 323. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τ΄· πόλις ἐστὶ, καὶ λιμένα ἔχει. 324. Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξε΄· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει. 325. Ἀπὸ Σοωλήνας εἰς Ψυχέα στάδιοι ιβ΄· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψτχέα στάδιοι τν΄· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει. 326. Ἀπὸ Ψχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρν΄· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ. 327. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λ΄. 328. Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρ΄· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαωδίας εἰς Φοίνικα στάδιοι τ΄. Ἔχει πόλιν καὶ λιμένα. 329. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξ΄· πόλις μικρά ἐστιν· ἔχει ὅρμον. 330. Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξ΄· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ. 331. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύθαν στάδιοι ν΄· πόλις ἔστὶ καὶ λιμένα καλὸν ἔχει. 332. Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λ΄. 333. Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σν΄. 334. Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λ΄. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον. 335. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Bίεννον στάδιοι ιβ΄· λιμένα ἔχει καὶ ὕδωρ. 336. Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξ΄· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά νῆσος δὲ ἀπὸ σταδίων ξ΄ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γ΄· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη ὁ δὲ πλοῦς βαθύς ἀγορὰν ἔχει.

---

Anonymous, Stadiasmus Magni Maris, ed. Carolus Müllerus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0077.tlg001.local001/.
