Ancient Greek
ΣΧΟΛΙΑ.
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) ΣΧΟΛΙΑ.
Not analysed yet
Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρέως. Γέγονε δὲ ἐπὶ τῶν Ῥωμαῖκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπʼ αὐτοῦ. Οἱ δὲ κατὰ Νέρωνα τὸν Ῥωμαίων βασιλέα φασὶ γενέσθαι. Ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. Φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα, Λιθιακά τε καὶ Ὀρνιθιακὰ καὶ Βασσαρικά. Ὧν τὰ μὲν Λιθιακὰ ἐκρίθησαν ἴδια Διονυσίου καὶ αὐτὰ διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα· τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνενέχθησαν Διονύσιον· τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον. Τὸ δὲ παρὸν ποίημα ἱστορικόν τινες ἐκάλεσαν, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ τὴν ἱστορίαν φασὶ διαιρεῖσθαι. τὰ ἔπη, ὡς ἐν τοῖς αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται· ποτὲ δὲ τῷ γλαφυρῷ διατορεύων, ὡς ἐκ τοῦ παρακειμένου βιβλίου σαφες. Ὅτι δὲ διαβέβληται τὸ παχὺ, σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ· διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη· Λύδη καὶ παχὺ γράμμα καὶ οὐ τορόν. Κρημνοποιός τε καὶ στόμφαξ παρὰ τοῖς τραγικοῖς Αἰσχύλος εἴρηται, ἐπεὶ μὴ κέχρηται καθαρᾷ καὶ ἀνειμένῃ τῇ λέξει. Τί δεῖ παραλαμβάνειν Ἀριστοφάνην, τὰ φαῦλα τῶν ποιημάτων ἐν τοῖς Βατράχοις οὐ μετρίως κωμῳδήσαντα; Τοῦ πράγματος οὖν ἐπείγοντος ἡμᾶς ἥκειν ἐπὶ τὴν ἐξήγησιν, ἄλλως τε καὶ τὸ κρίνειν οὐχ ἡμῶν (ἡ γὰρ μείζων ἐπαγγελλομένη τοῦτο φιλοσοφία τῇ τῶν ἐλέγχων ἀληθείᾳ τὸν ἐπιχειρεῖν ἐθέλοντα δυσωπεῖ), τοιγαροῦν ἴωμεν ἐπὶ τὴν ἐξήγησιν. Κατὰ τί διαφέρει γεωγραφία χωρογραφίας; ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐχὶ δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὔχὶ δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν. Τίνες πρότερον ἐν πίνακι τὴν οἰκουμένην ἔγραψαν; Πρῶτος Ἀναξίμανδρος· δεύτερος Μιλήσιος Ἑκαταῖος· τρίτος Δημόκριτος Θαλοῦ μαθητῆς· τέταρτος Εὔδοξος. Οὗτοι οἱ μὲν στρογγυλοειδῆ ἔγραψαν, Δημόκριτος προμήκη, Κράτης ἡμικύκλιον, Ἵππαρχος τραπεζοειδῆ, ἄλλοι δὲ οὐροειδῆ.