Ancient Greek
Section 1053
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 1053
Not analysed yet
Πέρση ἐξ Ἀνδρομέδας γίνεται υἱὸς, ὃν ὁ πάπτπος Κηφεὺς παῤ ἑαυτῷ τρέφων Πέρσην ὠνόμασε, καὶ τελευτῶν αὐτῶ κατέλιπε τὴν τῶν Κηφήνων ἀρχήν. Χαλδαῖοι δὲ ἐπιθέμενοι αὐτῷ ἐξήλασαν τῆς χώρας. Ὁ δὲ τῶν Κηφήνων οὐκ ὀλίγους ἐπαγαγόμενος ἀπῆλθεν εἰς τὸ Ἀργείων ἔθνος, καὶ στασιάζοντας εὑρὼν προσθέμενός τε θατέροις κρατεῖ, καὶ Πέρσας ἀφ᾿ ἑαυτοῦ ὀνομάζει. Καὶ ἔσχεν υἱὸν Ἀχαιμένεα, ἀφ᾿ οὗ Ἀχαιμενίδαι οἱ Πέρσαι ἐκλήθησαν.