# Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 1131

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), Section 1131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-byzantii-per-bosporum-navigationem-scholia-vetera/1131

Ῥόμβος ἐνταῦθα μὲν σχῆμα γεωμετρικὸν, τέσσαρας πλευρὰς διαμέτρους ἔχων, καθὰ ξύλινόν τι θέσεως τῶν πλευρῶν, τοιοῦτόν τι σχῆμα ῥόμβου ἀποτελεῖ. Ἔστι καὶ ἰχθὺς ῥόμβος λεγόμενος· ἔστι καί τις τροχὸς ῥόμβος λεγόμενος, ὃν στρέφοντες καὶ ἱμαντίῳ τύπτοντες ἐκτύπουν. Ἔστι ῥόμβος καὶ φαρμακίδων τροχὸς παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι. 1139. Ὑδέσπου Χρυσίππη διὰ [μῆνιν] τῆς Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ γεννήσαντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῳ συνῆλθε, τῆς τροφοῦ συνεργούσης. Περὶ τῶν συμβεβηκότων οὖν ὁ βασιλεὺς ἀθυμήσας τὴν μὲν ἐνεδρεύσασαν αὐτὸν γραῦν ζῶσαν κατέχωσε, τὴν δὲ θυγατέρα σταυρώσας διὰ λυπῆς ὑπερβολὴν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἰνδὸν, ὃς ἀπʼ αὐτοῦ Ὑδέσπης μετωνομάσθη· τωνομάσθη· ἔστι δὲ τῆς Ἰνδίας καταφερόμενος εἰς τὸν Σαρωνικὴν Ἀρότην. Γεννᾶ δὲ ἐν αὑτῷ λίθους λύχνους καλουμένους· ἐλαιώδης δέ ἐστι τὴν χροιὰν καὶ ξεστὸς πάνυ· σελήνης δὲ αὐξανομένης πρὸς μελῳδίαν αὐλῶν εὑρίσκεται. Χρῶνται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντας. Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειοτριβοῦντες τῶ χυλῷ τοῖς καύμασιν (εὑρίσκονται καὶ) ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως καὶ εὐγενῶς τῆς περισσοτέρας θερμασίας τὴν ἀναθυμίασιν. Οἱ δὲ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας πόρνας σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσι, τὸν Ἀφροδίτης ὑμνὸν ᾄσαντες. Κατορύσσουσι δὲ κατ᾿ ἐνιαυτὸν γραῦν κατάκριτον παρὰ τὸν Θηρογόνον ὀνομαζόμενον λόφον· ἅμα γὰρ τῷ τὴν πρεσβῦτιν κατορυχθῆναι ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ρείας ἐξέρχεται καὶ τὰ περιιστάμενα τῶν ἀλόγων ζώων κατεσθίει.

---

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg001.local001/.
