# Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 1165.1

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), Section 1165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-byzantii-per-bosporum-navigationem-scholia-vetera/1165.1

Ἰσμηνοῖο] Ἰσμηνὸς ποταμὸς Βοιωτίας ἐν πόλει Θηβῶν. Ἀμφίονος γὰρ καὶ Νιόβης παῖς ὢν ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμὸν, ὃς ἀπ᾿ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη. Ἰστέον δὲ ὅτι ἄνεμοι εἰσὶ δώδεκα· ἐγείρονται δὲ ἐκ τῶν τεσσαρῶν περάτων, ἀνατολῶν, δυσμῶν, ἄρκτου καὶ μεσημβρίας. Πρῶτος ἀπηλιώτης, δεύτερος καικίας, τρίτος βορρᾶς ὁ καὶ θρᾷξ, τέταρτος ἀπαρκτίας, πέμπτος θρασκίας, ἕκτος ἰάπυξ, ἕβδομος ζέφυρος, ὄγδοος λίψ, ἔνατος λιβόνοτος, δέκατος νότος, ἑνδέκατος εὐρόνοτος, δωδέκατος εὖρος. Ἔως τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἤτοι τοῦ στόματος τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ λεγομένου πενταστομίου τοῦ Ἱστρου ποταμοῦ τοῦ Πόντου στάδια γχμ΄, γινόμενα μίλια υπε΄. Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου ἕως Ἱεροῦ Διὸς Οὐρίου, στάδια εχι΄, μίλια ψμϚ΄∠. Ἀπὸ δὲ Χερσῶνος ἕως τοῦ Ἱεροῦ Διὸς Οὐρίου στάδια ζ Ϡ΄, μίλια αρπϚ΄∠΄. Ἀπὸ δὲ τῆς Πορθμίας κώμης τῆς ἐν τῷ τέλει τῶν τῆς Εὐρώπης τοῦ Πόντου μερῶν καὶ ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης, ἤτοι Βοσπόρου τοῦ Κιμμερίου, ἔως τοῦ Ἱεροῦ Διὸς Διὸς Οὐρίου στάδια μυρία καὶ αρ΄, μίλια αυπ΄. Ἀκαὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως πόλεως Ἀμισοῦ, στάδια δυξ΄, μίλια χκα∠. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσιδος ποταμοῦ στάδια γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσιδος ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης στάδια δρν΄, μίλια φνγ∠ Γίνεται δὶ ὁ πᾶς περίπλους Εὐξιίνου Πόντου τῶν δεξιῶν τῆς Ἀσίας μερῶν τοῦ Πόντου (τῶν τελευταίων) τῶν τε εὐωνύμων τῆς Εὐρώπης ἕως τοῦ Ἱεροῦ στάδια δισμύρια φπζ΄, μίλια γρμε΄. Ὁ δὲ περίπλους τῆς Μαιώτιδος λίμνης, εἰς ἣν τρέχει ὁ Τάναϊς ποταμὸς, στάδια θ, μίλια ασ΄. Ἔστι δὲ τὸ στάδιον ἔχον μῆκος ὁποῖον ἐστὶ τὸ τοῦ ἱπποδρομίου. Τοιαῦτα δὲ ἑπτὰ καὶ ἥμισυ ποιοῦσι μίλιον ἕν. Ὅτι κε μυριάδων καὶ δισχιλίων̣ σταδίων ἐστὶν ἡ περιήγησις τῆς γῆς, ὡς τῷ Ἐρατοσθένει δοκεῖ. Ὅτι, ὁ ὠκεανὸς εἰς τέσσαρα πελάγη μερίζεται· εἰς τὸ Ἀτλαντικὸν, Κρόνιον τὸ καὶ νεκρὸν, Ἰνδικὸν Ἐρυθραῖόν τε ἢ Αἰθιοπικόν. Ὅτι ιδ΄ κόλποι ἀπὸ τῆς δυτικῆς θαλάσσης ἕως τῆς Παμφυλίας· ἀπὸ δὲ τῆς Κρονίας θαλάσσης εἰς τὴν Κασπίαν τὴν καὶ Ὑρκανίαν ὁ Περσικὸς κόλπος κατέναντι τῆς Κασπίας καὶ ὁ Ἀρραβικός. Πρῶτος ἀπὸ τῆς δύσεως ἀρχόμενος πόντος ὁ Ἰβηρικός· δεύτερος, ἐχόμενος τούτου, ὁ Γαλατικός· τρίτος ἐφεξῆς ὁ Λιγυστικός· δ΄ ἐφεξῆς τούτου πρὸς νότον ὁ Κυρνικός· ε΄ τούτου νοτιώτερος ὁ Σαρδῷος· Ϛ΄ ἐχόμενος τούτου πρὸς νότον ὁ Τυρρηνικός· ζ΄ ἀνατολικώτερος τούτου κυρτὸν ἐπιστρεφόμενος ὁ Ἰσσικός· η΄ ὁ Κρητικός· θ΄ ὁ Εὔξεινος πόντος. Ἡ Λιβύη ἔρχεται ἀπὸ Γαδείρων καὶ λήγει εἰς Αἰθιοπίαν γῆν τῶν Ἐρεμβῶν. Ὅτι Νεαπόλεις δ΄· α΄ τῆς Ἀφρικῆς, β΄ τῆς Καμπαίας, γ΄ τῆς Συρίας, δ΄ τῆς Αἰτωλίας. Ὅτι αἱ Κυκλάδες νῆσοι ἑπτά· Σίφνος, Κύθνος, Πάρος, Σέριφος, Νέξος, Ἀμουργὸς, Δῆλος. Ὅτι οἱ Σποράδες νῆσοι εἰσὶ δεκαέξ. Ὅτι διὰ τριῶν μηνῶν φασι περαιοῦσθαι τὴν Ὑρκανίαν. Ὅτι στενὰ τῆς Ἀσίας τὸ μεταδὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Περσικοῦ κόλπου. Ὅτι αἱ Κασπίαι πύλαι πέτραι δύο εἰσὶ δίκηνπυλῶν, ἢ δύο ὄρη. Ὅτιἡ Σινώπη τῶν Ἀσσυρίων ἐστὶν ἤτοι Παφλαγόνων. Ὅτι τὸ μῆκος τοῦ Πόντου σταδίων ἐστὶ αρ΄ (sic), τὸ δὲ πλάτος γπ΄. Τῆς Προποντίδος τὸ πλάτος σταδίων φ΄, τὸ δὲ μῆκος σταδίων αυ΄. Ὅτι οἱ Φοίνικες πρῶτοι τὰ γράμματα ἐξευρόντες εἰς Ἕλληνας μετήγαγον. Ὅτι ἄνεμοι γενικοὶ πνέουσι τέσσαρες· πρῶτος ἀπὸ τῆς ἄρκτου ὁ βορρᾶς, β΄ ἀπὸ τῆς μεσημβρίας ὁ νότος, τρίτος ἀπὸ τῆς ἀνατολῆς ὁ ἀπηλιώτης, τέταρτος ἀπὸ τῆς δύσεως ὁ ζέφυρος. Ἑκάστῳ δὲ τούτων δύο παράκεινται, ὡς εἶναι τοὺς πάντας δώδεκα. Ἡ μὲν Αἴγυπτος ἔοικε δέλτα τριγώνῳ, ἡ δὲ Ἀλεξάνδρεια χλαμύδι στρατιωτικῇ, ἡ δὲ Ἰταλία κίσσῳ, ἡ μέντοι Νάξος φύλλῳ ἀμπέλου.

---

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg001.local001/.
