Ancient Greek
Section 130
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 130
Not analysed yet
Φράζεο δʼ ἐκ κείνου] Ἐκεῖθεν δέ, φησιν, ὦ ἀκροατὰ (πρὸς γὰρ αὐτὸν ὁ λόγος), ἐπισκόπει τὴν ἄρκτον, εἰς οἷον καὶ τὸν Αἰγαῖον εἰδέναι, βαθὺν ὄντα καὶ ἀλαζόνα τῶν κυμάτων. Σημεῖον δὲ τοῦ κλύδωνος αἱ προσκείμεναι νῆσοι, διεστῶσαι μὲν ἀλλήλων, διὸ καὶ Σποράδες εἴρηνται, περιηχοῦσαι δὲ καὶ ἀντικτυποῦσαι τῷ ἐπιθέοντι ῥοθίῳ. Τὸ δὲ συμπλήρωμα ἔχει ὁ Αἰγαῖος ἄχρι Τενέδου, ἔξω καὶ πόρρω ἐξ ἑτέρου μέρους αὐτῷ παρακειμένης τῆς Ἴμβρου. Περιφερόμενος δὲ μᾶλλον ἐπὶ τὰ βόρεια προσομιλεῖ τῇ Προποντίδι καὶ ἀναπαύεται. Ἴμβρος γὰρ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης ἡ δὲ πρὸς τῇ Ἀσίᾳ Τένεδος ἐκ τῆς ἀρχῆς ὁρίζει τὸν Ἑλλήσποντον. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας ἐπὶ τὰ ἀρκτῶα μέρη ἐστὶν ὁ Αἰγαῖος πόντος.