Ancient Greek
Section 15
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 15
Not analysed yet
Ὃς ῥά θ' ἑλισσόμενος] Ἀναφέρεται γὰρ εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ἐρίζοντος αὐτοῦ. Μεσούριον δὲ εἴρηται, τέμνων πρὸς τὸν ἰσημερινὸν τὴν πᾶσαν γῆν, μέσον ὅριον. Πρὸς βορέην, ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμός ἐστιν ὅριον πρὸς τὰ νότια. Διὸ καὶ μέσον ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον. Ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. Ὁ μὲν γὰρ Τάναῖς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεϊλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. Τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην, τελευταῖον εἰς τὸν Νεῖλον.