Ancient Greek
Section 156
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 156
Not analysed yet
Ἐκ τοῦ δ᾿ ἂν καὶ] τοπικὸν ἢ χρονικόν. Μετὰ δὲ τὸ πλησίον γενέσθαι τὸν ἀνεωγότα πόντον ἐκεῖθεν ὄψει δύο θαλάσσας καὶ κόλπους ἐκ διαστάσεως, ὧν μεταξὺ τὸ Κριοῦ μέτωπον δίκην τόξου διακείμενον. Ἄλλως. Ἐκ τοῦ, φησὶ, ταύτας προβεβλῆσθαι καὶ πρὸς ἀλλήλας νεύειν διθάλαττος γίνεται ὁ Πόντος, ὃ ἐστιν εἶς δύο κόλπους μερίζεται ἐοικὼς τόξῳ. Τόρνῳ δὲ λέγει τῇ περιφερεία· ἅμματι δὲ τόξου περιφραστικῶς τὸ τόξον, παρὰ τὸ ἐξῆφθαι αὐτοῦ τὴν νευράν. Λέγει οὖν ὅτι ἔοικεν περιφερείᾳ τόξου, ἐκ τοῦ προεληλυθέναι ταύτας οὕτω τὰς ἅκρας. Νόμιζε γὰρ, φησὶ, τὰ μὲν δεξιὰ πάντα τοῦ τόξου νευρὰν εἶναι, πλὴν τῆς Καράμβιδος, τὰ δʼ ἀριστερὰ τὸ ἐπικαμπτόμενον τῇ νευρᾷ. Ἀλλ᾿ ἐρεῖ τις· καὶ τί μᾶλλον τὰ δεξιὰ ἔοικε νευρᾷ πλὴν τῆς Καράμβιδος ἢ τὰ ἀριστερὰ τοῖς κέρασι πλὴν τοῦ Κριοῦ μετώπου; ὃ γὰρ ἂν εἴπῃς περὶ θατέρας πλευρᾶς καὶ περὶ θατέρας ἁρμόζει, ὥστε οὐ τόξῳ ἔοικεν, ἀλλὰ δύο τόξων κέρασιν ἀντιπροσώποις. Πρὸς ὃν ῥητέον, ὅτι τοῦτο προειδὼς ὁ Περιηγητής προσέθηκε τὸ «μόνη δέ τοι Κάραμβις· ”καὶ πάλιν ἐπὶ τῆς ἑτέρας πλευρᾶς τάδε· «πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης, »ὡς εἰ ἔλεγεν· οὐ μόνον τὸ Κριοῦ μέτωπον, ἀλλὰ καὶ ἡ λίμην, ἥν φησιν Ἡρόδοτος (4, 86) μὴ πολὺ ἐλαττοῦσθαι αὐτοῦ τοῦ Πόντου· ὥστε (ὡς) πρὸς τὰ κυρτοῦντα τὴν ἀριστερὰν πλευρὰν ὀλίγη ἐστὶν ἡ Κάραμβις, καὶ οὐκ ἂν δύναιτο ἐοικέναι δυσὶ κέρασι δύο τόξων· οὐ γὰρ ἴση ἀμφοτέρων ἡ κατὰ τὸ μέσον κυρτότης, ἀλλ᾿ ἔνι κατά τι μέρος τῆς νευρᾶς παραφθείρεσθαι τὸ σχῆμα.