Ancient Greek
Section 163
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 163
Not analysed yet
Τοῦ καὶ πρὸς βορέην] Ἀνατρέχει πάλιν ὁ λόγος ἐπὶ τὸν Πόντον, ὑπερκεῖσθαι λέγων αὐτοῦ τὴν Μαιῶτιν, περὶ ἣν οἰκοῦσι Μαιῶται, Σκύθαι τὸ γένος. Εἶτα παῤ ἐκείνοις καλεῖσθαι μητέρα τοῦ Πόντου τὴν λίμνην, εἰκότως· ἐπιτρέχουσα γὰρ τὸν Βόσπορον ἐπιδαψιλεύεται τῇ θαλάσσῃ καὶ ἀναπληροῖ τὸν κόλπον. Εἶνα δὲ Κιμμερίους ὑπὸ τὴν εἰσβολὴν τοῦ Ταύρου, ἣ καλεῖται Χερρόνησος Ταυρικὴ, παρακειμένη τῷ στόματι τῆς Μαιώτιδος ἐκ δυσμῶν· πολλὰ δὲ παροικοῦσιν αὐτῇ ἔθνη Σκυθικά. Τὴν δὲ Μαιῶτιν ἐκφράζων ὁ Ἀπολλώνιος (2, 362) ἅμα τῷ ὕψει παραφαίνει τὸ σχῆμα, λέγων, «τῆς ὑπὲρ βορέαο περισχίζονται ἄελλαι.»