Ancient Greek
Section 195
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 195
Not analysed yet
Τοῖς δʼ ἔπι Καρχηδών] Βήλου τοῦ Τυρίων βασιλέως υἱὸς Πυγμαλίων καὶ θυγατέρες Διδὼ ἡ καὶ Ἔλισσα καὶ Ἄννα, ἣ γαμεῖται Συχαίῳ Τυρίῳ. Τοῦτον ἀποδημοῦντα δολοφονεῖ Πυγμαλίων, ἔρωτι τῶν αὐτοῦ χρημάτων. Ὁ δὲ δι᾿ ὀνείρων τῇ Διδοῖ σημαίνε τὸ πάθος, καὶ κελεύει λαβοῦσαν τὰ χρήματα φυγεῖν. Ἡ δὲ τοὺς συναραμένους τῶν Τυρίων λαβοῦσα ἔρχεται ἐπὶ Λιβύην. Ἰάρβαντος δὲ τοῦ βασιλέως ἐκβάλλοντος αὐτὴν ἠξίωσεν ἀγοράσαι χωρίον, ὅσον ἐπιλαμβάνει ῥινὸς βοός. Τυχοῦσα δὲ καὶ λαβοῦσα τὸν ῥινὸν καὶ λεπτοτομήσασα καὶ ἐπεκτείνασα τὴν γῆν ἔλαβε, καὶ τὴν Καρχηδόνα ἔκτισε. Καλοῦσι δὲ αὐτὴν ἐπιχωρίῳ φωνῇ Διδὼ, ὃ ἔστιν ἀνδροφόνον. Πρότερον δὲ Φοινίκων εἶπεν, ἐπειδὴ πρῶτοι Φοινίκες ᾤκησαν τὴν Καρχηδόνα, ὕστερον δὲ Λίβυες.