Ancient Greek
Section 213
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 213
Not analysed yet
Κυρήνη τʼ εὔϊππος] Ἀντὶ τοῦ εἰπεῖν τὴν Πεντάπολιν, Κυρήνην εἶπε μητρόπολιν τῆς Πενταπόλεως. Ἀμυκλαίων δὲ Λακώνων φησὶν, ἐπειδὴ ὁ Θήρας ἄνωθεν Λάκων ἦν, ἀποικίαν δὲ ἐστείλατο εἰς Κυρήνην, οὗ μέμνηται Καλλίμαχος (περὶ τῆς ἱστορίας) (in Apoll. 74). ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν, ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης. Λάκωνες γὰρ ἦσαν οἱ περὶ Θήραν πρώην οἰκοῦντες, ύστερον δὲ σὺν τῷ Ἀριστοτέλει ἀπῆραν εἰς Κυρήνην.