Ancient Greek
Section 270
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 270
Not analysed yet
Εἰ δὲ καὶ Εὐρώπης] Ἀκολούθως μετὰ τὴν Λιβύην ἔρχεται ἐπὶ τὴν Εὐρώπην. Καὶ αὐτὴ θέσει ἐν ἑκατέρα πληρουμένη τοῦ σχήματος, ἀλλ᾿ ἡ μέν ἐστι τῶν ἄρκτων, ἡ δὲ τῷ νότῳ κεκλήρωται. Ὠνομάσθαι δὲ τὴν χώραν ἐξ Εὐρώπης φασὶ τῆς Φοινίκης, ὥς φησι Λυκόφρων (1283)· τῇ γὰρ ταλαίνῃ μητρὶ τοῦ Προμηθέως ξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος. Ἐκ ταύτης γὰρ ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ (28). Ὁ δὲ Ἡρόδοτος (4, 45) συγκατατίθεται αὐτὴν ἀπὸ γυναικὸς εἰρῆσθαι· Ἱππίας μέντοι φησὶν ἀπὸ τῶν Ὠκεανοῦ θυγατέρων. Δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶ Εὐρώπην, ἀφ᾿ ὧν τὰς χώρας εἰρῆσθαι. Νικίας δέ φησιν ἀπό τινος Εὐρώπου καὶ Ἀσίου καὶ Λίβυος.