Ancient Greek
Section 289
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 289
Not analysed yet
Ἀγχύθι πηγάων] Ἐγγὺς γάρ ἐστιν ὁ Ἠριδανός. Ἵνα δὲ μὴ πάντη ἀποιητικὸς ᾖ, προσέλεξε καὶ ἱστορίαν. Φησὶ δὲ Φιλοστέφανος, ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥοδανὸν ὠνομάσθαι. Τινὲς δὲ δύο οἴονται ἡνωμένους, ὡς καὶ Ἀπολλώνιος (4, 627)· καὶ Ῥοδανοῖο βαθὺν πρόρον εἰσεπέρησαν, ὅστις ἐς Ἠριδανὸν τετάνυσται, ἄμμιγα δʼ ὕδωρ.