Ancient Greek
Section 293
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 293
Not analysed yet
Τὸ δὲ δάκρυ ἀμέλγονται ἀντὶ τοῦ δρέπονται τὸ ἤλεκτρον. Δάκρυα δέ φησιν, ὅτι τῶν Ἡλιάδων λέγει εἶναι δάκρυα. Ἔστι δὲ λίθος οὕτω λεγόμενος· οὐ γὰρ τὴν κρᾶσίν φησι τὴν ἀπὸ χρυσοῦ καὶ ἀργύρου. Παρασκευάζει δὲ Ἡρόδοτος (3, 115) ταύτην τὴν ἱστορίαν. Τυρσηνίδος] Οἱ Τυρρηνοὶ δὲ νῦν Τοῦσκοι καλοῦνται.