# Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 3

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-byzantii-per-bosporum-navigationem-scholia-vetera/3

Ἐν γὰρ ἐκείνῳ] ἀντὶ τοῦ ὑπ᾿ ἐκείνου. Πᾶσαχθὼν φησι, τὴν δὲ οἰκουμένην λέγειν δῆλός ἐστιν· οὐ γὰρ πᾶσαν· εἰ γὰρ κυκλοῖ πᾶσαν, ἑκτὸς αὐτῆς ἐστιν. Ἐπὶ τίνος οὖν ὀχούμενος τὴν γῆν ἐπικυκλοῖ; πάντες γὰρ ὅσοι τοῦτο εἶπον ἀτόπως ὑπέθεντο. Ὅτι δὲ τοῦτό φησι, δηλοῖ τὰς ἐξ αὐτοῦ ἐκροίας διὰ πάσης τῆς οἰκουμένης περιγράφων, καὶ τὰ παρακείνπῶν μενα ἔθνη εὐθὺς ἐξ ἀρχῆς διηγούμενος, καὶ προϊὼν τῇ τῶν ποταμῶν ὀνομασίᾳ. Περὶ δὲ τῶν οὕτως ὑπογραφόντων αὐτὸν ὁ Πτολεμαῖος ἀπολογεῖται, λέγων, ὡς ἀνάγκῃ τινὶ καὶ οὐκ ἀληθείᾳ κύκλον ὑπέθεντο. Καταμαθόντες γοῦν οἱ γραμματοπίνακες τὴν καταγραφὴν οὐκ αὐτάρκη πρὸς ἐπιγραφὴν οὖσαν ἐν τῷ πίνακι, τὴν μὲν Εὐρώπην ἐπὶ τὸ μᾶλλον εὔρυναν, οὗ χάριν καὶ τὸν ὠκεανὸν παρὰ τοὺς ὅρους ἐξέτειναν, τὴν δὲ Λιβύην, εὐρεῖαν μὲν οὖσαν, ὑπερβάλλουσαν δὲ τῷ μεγέθει τὰ ἔθνη, διὰ τὸ μὴ διάκενον κεῖσθαι τῷ πίνακι χωρίον, ἐστένωσαν· ὁμοίως καὶ τὴν Ἀσίαν ἀπ᾿ ἀμφοῖν μεροῖν ταῖς εἰρημέναις δυσὶ διʼ ἕνωσιν ἀκολούθως ἥρμοσαν· οὗ γενομένου, συνέβη καὶ αὐτὸν ἐμπεριγράφεσθαι κύκλῳ.

---

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg001.local001/.
