Ancient Greek
Section 316
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 316
Not analysed yet
Τῶν δὲ προχοῇσι] τῶν Ῥιπαίων ὀρῶν τῆς Σκυθίας. Πεπηγότος δὲ πόντου, τοῦ Κρονίου λέγει ὠκεανοῦ, τῆς Νεκρᾶς καλουμένης θαλάσσης. Γίνεται δὲ οὐ μόνον ἐν τῷ Ἠριδανῷ ὁ ἤλεκτρος, ἀλλὰ καὶ ἐν τῇ Σκυθίᾳ, διάφορος δὲ κατὰ τὴν Κελτικήν. Ὁ μὲν γὰρ ἡδυφαὴς, τουτέστιν ἡδεῖαν ἔχων τὴν λαμπηδόνα, ὁ δὲ χρυσαυγής. Φησὶ γάρ· δάκρυ ἀμέλγονται χρυσαυγέος ἠλέκτροιο.