Ancient Greek
Section 391
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 391
Not analysed yet
Τύμβον ὃν Ἁρμονίης Κάδμοιότε] Χαριέντως ἔφησε τὸ φῆμις. Ἀπιστεῖ γὰρ τούτων γενομένην τὴν μεταβολὴν εἰς ὄφεις. Λιπαρὸν δὲ μετὰ γῆρας, ἤτοι μετὰ τὰ ἐν Θήβαις εὐτυχήματα ἦλθον εἰς ἀποικίαν, ἢ ὅτι ἔδει αὐτοὺς ἐν τῷ γήρᾳ τρυφερώτερον βιοῦν. Καὶ Ὅμηρος (Od. ω, 254)· Ἡ γὰρ δίκη ἐστὶ γερόντων. »Ἰστέον δὲ ὅτι Κάδμος καὶ Ἁρμονία ἡ γαμετὴ μετεμορφώθησον εἰς θηρία, ἐπειδὴ τὸν Ἄρεος ὄφιν ἐφόνευσεν ὁ Κάδμος, ὃς τοὺς ἑταίρους αὐτοῦ ἀνεῖλεν, Ἔριφον καὶ Δηιλέοντα, ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις (1 329) φησὶ περὶ Κάδμου· Δράκων γενήσῃ μεταβαλὼν δάμαρ τε σὴ ἐνθηριωθεῖσ᾿ ὄφεος ἀλλάξει τύπον, ἤν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. Ἰσμηνὸς δὲ ποταμὸς Βοιωτίας· οἱ δὲ λέγουσι τῶν Θηβῶν.