Ancient Greek
Section 415
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 415
Not analysed yet
Ἀρκάδες Ἀπιδανῆες] Μετὰ τὸν Ἀρκάδος θάνατον οἱ παῖδες αὐτοῦ τρεῖς ὄντες ἐνείμαντο τὴν ἀρχήν. Ἔλατος μὲν ἔλαχε μοῖραν Ὀρχομενὸν, Μαντίνειαν καὶ τὴν Κυνουρικὴν, ἥτις Θυρέα καὶ Ἀνθήνη καὶ τὰ περὶ τοὺς καλουμένους Πραίους· Ἀφείδας δὲ Τέγεαν καὶ τὰ περὶ Μαιναλίαν· Ἀζὰν δὲ καὶ τὴν ἀφ᾿ ἑαυτοῦ Ἀζανίαν τὸν διὰ παρρησίαν, ἐν τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἰς τὰς κοινὰς εἰσόδους εἴασαν. Απιδανῆες δὲ οἱ Ἀρκάδες ἐκλήθησαν ἀπὸ Ἄπιδός τινος ἰατροῦ, ὃς τὴν Πελοπόννησον ὁπὸ ὄφτων ὀχλουμένην ἐλθὼν ἐκ τῆς ἠπείρου ἠλευθέρωσε, καὶ ᾤκησε τὴν Ἀρκαδίαν, ὅθεν ἡ Πελοπόννησος Ἀπία τὸ πρὶν ὦνομάζετο, καὶ Ἀπιδανῆες οἱ Ἀρκάδες, ἐξαιρέτως δὲ, παῤ οἷς ὁ Ἄπις ᾤκησεν, ὥς φησιν Αἰσχύλος· Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας. Τινὲς δέ φασιν, ἐπεὶ μὴ εἶχε πίδακας μήθ᾿ ὕδωρ τὴν ἀρχὴν, ὅθεν καὶ Ἀζηνὶς ἐκαλεῖτο, ὥς φησι Καλλίμαχος· μέλλεν δὲ μάλ᾿ εὔῦδρος καλέεσθαι· ὅπερ ἔστι πολύϋδρος, ὡς τὰ ἑξῆς δηλοῖ· πολλοὺς γὰρ ποταμοὺς καταλέγει ἐν αὐτῇ ὄντας.