Ancient Greek
Section 420
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 420
Not analysed yet
Δοιαὶ δ᾿ Ἴσθμια] Ὅντινα Ἰσθμὸν ἀπὸ τοῦ Σικελικοῦ καὶ Αἰγαίου περιρρέεσθαί φησιν. Ἄλλως. Περὶ δὲ τὰ Ἴσθμια νῶτα, ἤτοι τὰ στενὰ, δύο θάλασσαι ἠχοῦσιν, ἥ τε Κορινθία καὶ ἡ Σαρωνική· ἥτις Κορινθία ἐξεναντίας τῆς Ἐφύρης πόλεως πρὸς τὴν δύσιν κατὰ τοῦ Ἀδριατικοῦ ἐστι πελάγους, ἥ τε Σαρωνικὴ συρομένη ἐστὶ πρὸς ἀνατολάς. Καὶ ταύτην τὴν Κορινθίαν Σαρωνίδα καλοῦσιν, ὡς μὲν Εὐφορίων φησὶν, ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατεκρημνίσθη εἰς θάλασσαν, καὶ διὰ τοῦτο Σαρωνικὸν κληθῆναι τὸ πέλαγος· ὡς δὲ Παρθένιος ἐν ταῖς Μεταμορφώσεσι σεσι λέγει, ἐπειδὴ Μίνως λαβὼν τὰ Μέγαρα διὰ τῆς Νίσου θυγατρὸς, ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τῆς κεφαλῆς τοῦ πατρὸς τὸν μόρσιμον πλόκαμον καὶ οὕτως αὐτὸν προδούσης, ἐννοηθεὶς ὡς ἡ πατέρα προδοῦσα οὐδενὸς ἄν ποτε ῥᾷστα φείσαιτο, προσδήσας αὐτὴν ἐπισύρεσθαι τῆ θαλάσσῃ, ὅθεν Σαρωνικὸς οὗτος ὁ πόντος ἐκλήθη. Ὅτι εἰς ὄρνεον ἡ κόρη μετεβλήθη. Ἄλλως. Τὴν πρὸς ἕω] Ἐπειδὴ Σάρων ὁ Τροιζηνεύς ποτε ἐκδίδωσιν αὐτήν.