Ancient Greek
Section 456
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 456
Not analysed yet
Κλῃζομένην Κοτινοῦσαν] Ἀπὸ τῆς ἀγριελαίου Φοίνικες ὠνόμασαν Γάδειρα, καὶ ἐνταῦθά εἰσιν αἱ στῆλαι τοῦ Ἡρακλέος. Αἱ δὲ τοῦ Διονύσου ἑῷαι. Ὁ δὲ Παρθένιος Βριάρεω τὰς στήλας φησὶν εἶναι· μάρτυρα δʼ ἄμμιν τὴν ἐπὶ Γάδειρα λίπε θυμὸν ἀρχαίου Βριάρεω ἀπʼ οὔνομα τὸ πρὶν ἄρξας Κοτίνουσα μὲν ἐκαλεῖτο τὸ πρότερον ὑπὸ τῶν ἐνοικούντων, διὰ τὸ πολλοὺς εἶναι κοτίνους ἐν αὐτῇ ἢ ἀγριελαίους, ὕστερον δὲ ἀπὸ τῶν Φοινίκων μετωνομάσθη Γάδειρα διὰ τὴν στενότητα, οἶον γῆς δειρὰ, ἀντὶ τοῦ τράχηλος γῆς στενότατον γὰρ μέρος τοῦ ἀνθρώπου ὁ τράχηλος.