Ancient Greek
Section 476
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 476
Not analysed yet
Ἀονίῳτμηθεῖσα] τῷ Βοιωτικῷ τοῦ Ποσειδῶνος, ἐπειδὴ ἐν τῆ Βοιωτίᾳ ἐτιμᾶτο ὁ Ποσειδῶν· ὅθεν καί (II. β, 506)· Ὄγχηστον θʼ ἱερὸν, Ποσιδήῖον ἀγλαὸν ἄλσος· ἢ τῷ ἰσχυρῷ ἄριστος γὰρ ὁ ἔνθεν σίδηρος. Φασὶ δὲ Ἰοκάστῳ τῷ Αἰόλου παιδὶ χαριζόμενον Ποσειδῶνα Σικελίαν διατεμεῖν τῷ σιδήρῳ, πρότερον χερσόνησον οὖσαν, ὅπως ἔχῃ ταύτην πρὸς οἴκησιν, ὡς καὶ Καλλίμαχός φησι· Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο. Ἄλλως. Πολυγλώχινι ἀντὶ τοῦ τρεῖς γωνίας ἔχοντι. Εἴτι γὰρ τρεῖς, τοῦτο καὶ πολύ· οὐκ εἴτι δὲ πολὺ, τοῦτο καὶ τρεῖς· οὐκ ἀναστρέφει γὰρ ὁ λόγος. Τρεῖς δὲ ἀκίδας εἶχεν ἡ τρίαινα τοῦ Ποσειδῶνος, ἐπειδὴ καὶ τρεῖς εἶσι ποιότητες τῶν ὑδάτων· ἁλμυρὰ, ὡς ἡ τῆς θαλάσσης, γλυκεῖα, ὡς ἡ τῶν ποταμῶν, μέση, ὡς ἡ τῶν λιμνῶν.