Ancient Greek
Section 483
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 483
Not analysed yet
Δήεις ἰφθίμου Διομήδ.] Πρώην μεν γὰρ Ἵππιον ὠνομάζετο Ἄργος· νῦν δὲ Ἀργύριππα καλεῖται, ὡς Λυκόφρων φησί (592)· ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν παῤ Αὐσονῖτιν Φυλαμὸν δοκήσεται· εἶτα μετʼ ὀλίγον (599) καί· φερώνυμον νησῖδα νάσσονται πρόμου. Ἐξερχόμενος Διομήδης ἐπὶ Τροίαν Κομήτην τὸν υἱὸν Σθενέλου εἴασε φύλακα τῇ γυναικί. Εἶτα ὀργισθεῖσα ἡ Ἀφροδίτη διὰ τὴν πληγὴν ἐποίησε τὴν Αἰγιάλειαν· φιλῆσαι τὸν Κομήτην. Ἐπανελθόντι οὖν τῷ Διομήδει ἐπεβούλευσεν. Ὁ δὲ ἦλθεν εἰς ταύτην τὴν νῆσον πλανώμενος, καὶ ἐκεῖσε ἐτελεύτησεν. Διομήδεος οὖν νῆσον, τὴν καλουμένην Διομήδειαν. Ἔστι δὲ πλησίον Λοκρῶν.