Ancient Greek
Section 493
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 493
Not analysed yet
Θεσπρωτοῦ δὲ υἱὸς ἦν ὁ Ἄμπραξ, ἀφʼ οὗ ὅ τε κόλπος ὠνομάσθη Ἀμπρακικὸς καὶ πόλις Ἀμπρακία. Καὶ Κέρκυραι δὲ δύο εἰσὶν, ἡ μὲν λεγομένη νῦν Φαιακὶς, ἐν ἀρχῇ τοῦ Ἀδρίου, περὶ δὲ τὰ ἔνδον ἡ ἑτέρα ἡ καλουμένη Μελίγουνις. Καὶ δύο λιμένας ἔχει ἡ Φαιακὶς, τὸν μὲν Ἀλκινόου, τὸν δὶ Ὑλλου. Διό φησι Καλλίμαχος (fr. 336) Ἀμφίδυμος Φαίαξ. »