Ancient Greek
Section 500
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 500
Not analysed yet
Ἑτέρωθεν λέγει τὴν Κάρπαθον, διὰ τὸ βορείαν αὐτὴν κεῖσθαι. Ἡ γὰρ Αἴγυλα καὶ ἄλλαι πρὸς δύσιν τῆς Κρήτης κεῖνται, ἡ δὲ Κάρπαθος κατ᾿ ἀνατολὰς, τουτέστιν ἑτέρωθι τῆς δύσεως. Ἄλλως. Ἥ Κάρπαθος ἀνατολικωτέρα τῆς Κρήτης κεῖται διὸ καὶ τὸ ποτὶ ζόφον πρὸς βορρᾶν λέγει. Καὶ γὰρ Ὅμηρος (Od. ι, 23.) τὴν Ἰθάκην καὶ τὰς περὶ αὐτὴν νήσους πρὸς ζόφον εἶπε κεῖσθαι αὕτη δὲ πρὸς βορρᾶν αὐτῶν κεῖται. Ὅμηρος· αὐτή δὲ χθαμαλή πανυπερτάτη εἰν ἁλὶ κεῖται, πρὸς ζόφον· αἱ δὲ τʼ ἄνευθε πρὸς ἠῶ τ᾿ ἠελιον τε.