Ancient Greek
Section 586
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 586
Not analysed yet
Ἔνθα μὲν ἠέλ.] Θέρους γὰρ ὁδεύει τὰ ἀρκτῶα μέρη ὁ ἥλιος· διὸ τὸ ἐπίμηκες τῶν ἡμερῶν, πρὸς ἐκεῖνα γὰρ τὸ κλίμα οὕτω φαίνει ὁ ἥλιος. Οὕτως δέ τινες καὶ τὸ παῤ Ὁμήρῳ ἀμφίβολον ἐξηγήσαντο (Od. λ, 19)· «ἀλλʼ ἐκὶ νὺξ ὀλοὴ τέταται ». καὶ τό (Od. 4, 4)· «καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο ». Ἐκεῖσε γὰρ ἑξαμηνιαῖον γίνεται φῶς καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας, τοῦτ᾿ ἔστιν ἑξάμηνος ἡ ἡμέρα, καὶ ἐν τῷ χειμερινῷ τροπικῷ νὺξ ἑξαμηνιαία, καὶ τὰ ἀναπάλιν ὅτε ἐστιν ὁ ἥλιος ἐν τοῖς νοτίοις ἐν αἰγοκέρωτι. Ἀπὸ γὰρ ἰσημερίας ἐαρινῆς ἕως ἰσημερίας φθινοπωρινῆς ἓξ ὡρῶν ποιεῖται τὴν νύκτα, οὐ δύεται δέ. Αοξόν, ὥστε μή καταδύεσθαι, ὅτι περὶ τοῦτο κυκλοτερὴς στρεφόμενος οὐ δύεται. Ἀειφανὲς δὲ διὰ τὸ ἀφανῆ εἶναι τὰ βόρεια. Ἀνατέλλων, φησὶν, ὁ ἥλιος ἀπὸ τῶν βορειοτέρων κάμπτει ἕως τὸ μεσουράνιον, καὶ πάλιν ἔρχεται ἐπὶ τὰ βόρεια δύων. Καὶ οὕτω συμβαίνει αὐτὸν περικάμπτειν τὸν οὐρανόν. Καὶ ὅτε ἐστι, φησὶν, εἰς τὸν θερινὸν τροπικὸν ὁ ἥλιος, ὅλος ὁ κόων ἄνω ἐστὶ, καὶ γάνεται τοῖς ἐκεῖσε ἑξαμήνου φῶς τὰς νύκτας καὶ τὰς ἡμέρας. Ἕως οὗ ἔλθῃ, φησὶ, πρὸς τοὺς Αἰθίοπας, ἀντὶ τοῦ ἕως ἂν ἔλθη εἰς τὸν ἰσημερινὸν κύκλον, ὃ ἔστιν εἰς τὴν ἀρχὴν τοῦ ζυγοῦ. Νεύων γὰρ ἐκεῖθεν ὡς ἐπὶ τοὺς Aἰθίοπας ἀποτελεῖ τοῖς ἐπὶ τὸν βόρειον ὠκεανὸν πόλον τείνων ἐπιμήκη τὴν νύκτα. Ἴσως οὖν Αἰθίοπας λέγιι τὸ νότιον ἡμικύκλιον. Τὸ γὰρ ἐπικείμενόν ἐστὶ τὸ βόρειον.