Ancient Greek
Section 64
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 64
Not analysed yet
Ἔνθα τε καὶ στῆλαι] Ἡρακλῆς περιελθὼν πᾶσαν τὴν γῆν στήλας αὐτῆς ἔθηκε. Ἔθηκε δέ περὶ τὸν Ἄτλαντα, ὅτε τὰς βοῦς τοῦ Γηρυόνου ἀπήλασε διαβὰς τὸν πορθμὸν, ὅς ἐστι πλάτει μὲν στενότατος ἀμφὶ τοὺς ξ´ σταδίους, διπλασίων δὲ τῷ μήκει, ῥοώδης δὲ ἄγαν, ὡς τοῦ ὠκεανοῦ τε καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης εἰς στενὸν ἐλαυνομένων. Τοὺς δὲ ἑκατέρωθεν τοῦ πορθμοῦ λόφους Ἡρακλείους στήλας προσηγόρευσεν· ἔστι δὲ ἑκατέρου ὕψος οὐ μεῖον ὀργυιῶν ρ´· εὖρος δὲ τὸ περὶ θάλασσαν εἰς κδ´ στάδια. Ὄνομα δὲ τῇ μὲν Εὐρωπαίᾳ κατὰ μὲν βαρβάρους Κάλπη, κατὰ δὲ Ἕλληνας Ἀλύβη τῇ δὲ Λιβυκῇ κατὰ μὲν Ἕλληνας Κυνηγετικὴ, κατὰ δὲ βαρβάρους Ἄβιννα, ὡς Χάραξ ἱστορεῖ. Αὗται δὲ πρότερον Κρόνου ἐλέγοντο στῆλαι, διὰ τὸ μέχρι τῶν τῇδε ἐρίζεσθαι δῆθεν τὴν ἀρχὴν αὐτοῦ· δεύτερον δέ ἐλέχθησαν Βριάρεω, ὡς φησιν Εὐφορίων· τρίτον δὲ Ἡρακλέους. Μέγα δέ φησι θαῦμα αὐτὰς διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσι μεγάλα καὶ ὑψηλά.