Ancient Greek
Section 666
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 666
Not analysed yet
Τινὲς δὲ τὸ κυμαίνοντος ἐπὶ τοῦ Καυκάσου νοοῦσιν ὡς ἐπιδεχομένου πολλὴν χιόνα, ἤτοι ὅτι ταῦ Καυκάσου καταπνεομένου ἐκ τοῦ βορρᾶ πήγνυται οὗτος ὁ ποταμός. Τὸν Καύκασον περὶ τὴν Κρονίαν θάλασσαν ὑποτίθεται, καὶ μέρη αὐτοῦ τὰ Ῥιπαῖα βούλεται εἶναι, καὶ τὸν Καύκασον τμῆμα εἶναι τοῦ Ταύρου.