# Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 775

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), Section 775. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-byzantii-per-bosporum-navigationem-scholia-vetera/775

Ἐκλήθη Σινώπη διὰ τὸ ἐκεῖσε τὴν Σινώπην οἰκῆσαι καὶ κτίσαι πόλιν. Ἱστορεῖ γὰρ Ἀπολλώνιος (2, 946), ὅτι τὸν Δία ἡ Σινώπη ἐρῶντα ἠπάτησεν, μεθʼ ὃν καὶ Ἀπόλλωνα καὶ Ἅλυν ποταμὸν, παῤ ἐλπίδα αὐτοὺς τὴν παρθενίαν αἰτήσασα κατʼ ἐπαγγελίαν μισθοῦ τῆς συνουσίας. Ζεὺς δὲ, ἐπεὶ βουλόμενον αὐτῇ συνελθεῖν ἠπάτησεν, ἐποίησε πλανᾶσθαι αὐτήν. Ἐδέξατο δὲ ὁ Θερμώδων, κελεύσαντος τοῦ Διός. — Περὶ ταύτης δὲ τῆς Σινώπης εἶπον, ὅτι Ζεὺς καὶ Ἀπόλλων καὶ Ποσειδῶν ἤρων αὐτῆς. Ὡρίσθη γοῦν αἰτῆσαι ὅτι ἂν ἐθέλῃ. Ἐκείνη δὲ τὴν παρθενίαν αἰτήσασα, ὁ. Ζεὺςταύτην μεταναστῆναι τῆς οἰκείας γῆς καὶ οἰκῆσαι Ἀσίας, οὗ οἰκήσας Οἰκοῦντα τὸν τόπον ὠνόμασε, καὶ ἐκεῖ. Κατʼ ἐπαγγελίαν δὲ τῆς συνουσίας αἰτῆσαι ἱερὸν Ἀφροδίτης ἱδρύσατο. Γαμεῖ δὲ Δοίην τὴν τοῦτο ἠθέλησεν. Ἐκέλευσεν οὖν τὸν Θερμώδοντα Μαιάνδρου, ἀφʼ οὖ ποταμὸς ἐν Καρίᾳ, καὶ ποιεῖ Κελάδνα, Καῦνον, Βυβλίδα. Ὧν ὁ Καῦνος οὐ φέρων ταύτην δέξασθαι.

---

Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera), ed. Karl Müller. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg001.local001/.
