Ancient Greek
Section 820
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 820
Not analysed yet
Αἰολίδος ἤθεα γαίης] Οὗτοι μὲν πρώην ᾤκησαν τὴν Θεσσαλικήν, ἐδέξαντο δὲ καὶ τοὺς ἀπὸ τῶν Ἐπιγόνων ἐκβληθέντας Καδμείους, οἳ τῶν πλησιοχώρων Θετταλῶν οὐχ ὑποφέροντες τὸν πόλεμον ἥκουσι πάλιν εἰς Θήβας. Ἀφʼ ὧν τινες εἰς Λέσβον διέβησαν. Εἰσὶ δὲ Αἰολεῖς οὗτοι· Σαγγαρεῖς, Ἀντάνδριοι, Τενέδιοι, Μολοσσοὶ, Περραιβοὶ, Αἰνιανοὶ, Αἴθικες. Αἰολεῖς δὲ λέγονται, ὅτι μετὰ διαφόρων γλωσσῶν ἐστράτευσεν Ὀρέστης Ἀγαμέμνονος κατʼ αὐτῶν.