Ancient Greek
Section 910
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 910
Not analysed yet
Ἐλαία, πόλις τῆς Ἀσίας Αἰολικὴ Περγαμηνῶν ἐπίνειον, ἡ καὶ Δανοῒς ὠνομάζετο, Μενεσθέως κτίσμα. Ἔστι καὶ ἑτέρα Ἰταλίας διὰ τοῦ ε ψιλοῦ, ἐξ ἧς Ἐλεᾶται, τῆς δὲ προτέρας Ἐλαἵται. Ἐστι καὶ πόλις Φοινίκη Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων· καὶ Βιθυνίας ἐπίνειον, πλησίον Μυσίας· ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς.