Ancient Greek
Section 988
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 988
Not analysed yet
Θωντις] Αὕτη νιτρώδης ἐστὶν, εἰς ὅν φέρεται ὁ Τίγρις ἀπὸ τοῦ Νιφάτου ὄρους, ἄμικτον σώζων τὸ ῥεῦμα διὰ τὴν ὀξύτητα, ὅθεν καὶ ὠνόμασται, Mήδων Τίγριν καλούντων τὸ τόξευμα. Κατὰ δὶ τὸν μυχὸν τῆς λίμνης εἰς βέρεθρον ἐμπεσὼν, ἐκ πολλοῦ ἐνεχθεὶς ὑπόγειος ἀνατέλλει κατὰ τὴν Χαλωνῖτιν. Ἐκεῖθεν δὲ κάτεισιν ἐπὶ τὸ Σεμιράμιδος σῆμα, καὶ ἐν δεξιᾷ ἔχων τὴν Μεσοποταμίαν ἐξίησι διὰ Σελευκείας εἰς τὸν Περσικὸν κόλπον. Ἡ δὲ τῶν ἑπτὰ ἡμερῶν ὁδὸς ἀπὸ Εὐφράτου ἕως Τίγριδος γίνονται μίλια σπ΄.