# Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 1

Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/anonymous-7/scholia-in-dionysii-periegetae-orbis-descriptionem-scholia-vetera/1

ἀρχόμενος: (ἀρετῆς καὶ σπουδῆς ὁ παλαιὸς ἐπιμελούμενος) θεοῦ μὲν ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. (ἐν τῷ προοιμίῳ δὲ τὴν ἑαυτοῦ ἀρετὴν ἐπιδείκνυσι κεφαλαιωδῶς διὰ βραχέος καὶ τὸν σκοπὸν αὐτοῦ ἐκδιδάσκων καὶ τὸν ἀκροατὴν διὰ τούτων προθυμιότερον ἐργαζόμενος.) μετʼ οὐ πολὺ δὲ προϊὼν συμπεριλαμβάνει τὰς Μούσας εὔνοιαν ἐπισπώμενος τῇ τέχνῃ· φησὶ γάρ· ὑμεῖς, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους [62]. προθέμενος γὰρ θάλασσαν καὶ ποταμοὺς ιἄδειν, οἰκείως προτίθησιν ὠκεανοῖο, ὃς γένεσίς ἐστι τῶν στοιχείων· κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεώς ἐστιν. ABCV. τάξις τῆς περιηγήσεως, ἢ περὶ ὁρισμῶν, περὶ ὠκεανοῦ, περὶ Εὐρώπης, περὶ κόλπων, περὶ νήσων, περὶ Λιβύης, περὶ Ἀσίας. A. ἀρχόμενος γαῖάν τε: περιέχει ἡ γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχήν, τουτέστιν ὠκεανοῦ. ABCV. διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς δύο, εἰς Ἀσίαν καὶ Εὐρώπην, ὑποδιαιροῦσιν δὲ Εὐρώπην εἰς Λιβύην, ὡς Διονύσιος. ABCV. (ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ ὡς περιέχοντος) τὴν γῆν διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης, ἐπεὶ καὶ αὐτῆς θέσεώς ἐστιν· εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν τὴν πᾶσαν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες. εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. ABC.

---

Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera), ed. Arthur Ludwich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5019.tlg002.local001/.
